«Ἀνάγκης θυγατρός κόρης Λαχέσεως λόγος. Ψυχαὶ ἐφήμεροι, ἀρχὴ ἂλλης περιόδου θνητοῦ γένους θανατηφόρου. Οὐχ ὑμᾶς δαίμων λήξεται, ἀλλ’ ὑμεῖς δαίμονα αἱρήσεσθε. Πρῶτος δ’ ὁ λαχών πρῶτος αἱρείσθω βίον ᾧ συνέσται ἐξ ἀνάγκης. Ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἒλαττον αὐτῆς ἓκαστος ἓξει. Αἰτία ἑλομένου. θεὸς ἀναίτιος.»